4.18.1 Ταῦτα εἰπὼν Ἰησοῦς ἐξῆλθεν σὺν τοῖς μαθηταῖς αὐτοῦ πέραν1 τοῦ χειμάρρου2 τοῦ Κεδρὼν3 ὅπου ἦν κῆπος,4 εἰς ὃν εἰσῆλθεν αὐτὸς καὶ οἱ μαθηταὶ αὐτοῦ. 2 ᾔδει δὲ καὶ Ἰούδας ὁ παραδιδοὺς αὐτὸν τὸν τόπον, ὅτι πολλάκις5 συνήχθη Ἰησοῦς ἐκεῖ μετὰ τῶν μαθητῶν αὐτοῦ. 3 ὁ οὖν Ἰούδας λαβὼν τὴν σπεῖραν6 καὶ ἐκ τῶν ἀρχιερέων καὶ ἐκ τῶν Φαρισαίων ὑπηρέτας7 ἔρχεται ἐκεῖ μετὰ φανῶν8 καὶ λαμπάδων9 καὶ ὅπλων.10 4 Ἰησοῦς οὖν εἰδὼς πάντα τὰ ἐρχόμενα ἐπ’ αὐτὸν ἐξῆλθεν, καὶ λέγει αὐτοῖς· Τίνα ζητεῖτε; 5 ἀπεκρίθησαν αὐτῷ· Ἰησοῦν τὸν Ναζωραῖον.11 λέγει αὐτοῖς· Ἐγώ εἰμι. εἱστήκει δὲ καὶ Ἰούδας ὁ παραδιδοὺς αὐτὸν μετ’ αὐτῶν. 6 ὡς οὖν εἶπεν αὐτοῖς· Ἐγώ εἰμι, ἀπῆλθον εἰς τὰ ὀπίσω καὶ ἔπεσαν χαμαί.12 7 πάλιν οὖν ἐπηρώτησεν αὐτούς· Τίνα ζητεῖτε; οἱ δὲ εἶπαν· Ἰησοῦν τὸν Ναζωραῖον.11 8 ἀπεκρίθη Ἰησοῦς· Εἶπον ὑμῖν ὅτι ἐγώ εἰμι· εἰ οὖν ἐμὲ ζητεῖτε, ἄφετε τούτους ὑπάγειν· 9 ἵνα πληρωθῇ ὁ λόγος ὃν εἶπεν ὅτι Οὓς δέδωκάς μοι οὐκ ἀπώλεσα ἐξ αὐτῶν οὐδένα. 10 Σίμων οὖν Πέτρος ἔχων μάχαιραν13 εἵλκυσεν14 αὐτὴν καὶ ἔπαισεν15 τὸν τοῦ ἀρχιερέως δοῦλον καὶ ἀπέκοψεν16 αὐτοῦ τὸ ὠτάριον17 τὸ δεξιόν. ἦν δὲ ὄνομα τῷ δούλῳ Μάλχος.18 11 εἶπεν οὖν ὁ Ἰησοῦς τῷ Πέτρῳ· Βάλε τὴν μάχαιραν13 εἰς τὴν θήκην·19 τὸ ποτήριον ὃ δέδωκέν μοι ὁ πατὴρ οὐ μὴ πίω αὐτό;
Footnotes
-
πέραν – on the other side ↩
-
χείμαρρος, ου, ὁ – ravine ↩
-
Κεδρών, ὁ – Kidron ↩
-
κῆπος, ου, ὁ – garden ↩
-
πολλάκις – many times, often ↩
-
σπεῖρα, ης, ἡ – cohort ↩
-
ὑπηρέτης, ου, ὁ – officer ↩
-
φανός, οῦ, ὁ – lamp ↩
-
λαμπάς, άδος, ἡ – torch ↩
-
ὅπλον, ου, τό – weapon ↩
-
χαμαί – on the ground ↩
-
ἕλκω – AAI 3S – draw ↩
-
παίω – AAI 3S – strike ↩
-
ἀποκόπτω – AAI 3S – cut off ↩
-
ὠτάριον, ου, τό – ear ↩
-
Μάλχος, ου, ὁ – Malchus ↩
-
θήκη, ης, ἡ – sheath ↩